Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.515 Joseph. BJ 4.521 (English) >>Joseph. BJ 4.529

4.518καὶ μετʼ οὐ πολὺ Σίμων μείζονι δυνάμει πάλιν εἰς τὴν χώραν αὐτῶν ὥρμητο, στρατοπεδευσάμενος δὲ κατά τινα κώμην,

-- --

Θεκουὲ καλεῖται, πρὸς τοὺς ἐν Ἡρωδείῳ φρουρούς, ὅπερ ἦν πλησίον, Ἐλεάζαρόν τινα τῶν ἑταίρων ἔπεμψε πείσοντα παραδοῦναι τὸ ἔρυμα. 4.519τοῦτον οἱ φύλακες προθύμως ἐδέξαντο τὴν αἰτίαν ἀγνοοῦντες διʼ ἣν ἥκοι, φθεγξάμενον δὲ περὶ παραδόσεως ἐδίωκον σπασάμενοι τὰ ξίφη, μέχρι φυγῆς τόπον οὐκ ἔχων ἔρριψεν ἀπὸ τοῦ τείχους ἑαυτὸν εἰς τὴν ὑποκειμένην φάραγγα. 4.520καὶ μὲν αὐτίκα τελευτᾷ, τοῖς δʼ Ἰδουμαίοις ἤδη κατορρωδοῦσι τὴν ἰσχὺν τοῦ Σίμωνος ἔδοξε πρὸ τοῦ συμβαλεῖν κατασκέψασθαι τὴν στρατιὰν τῶν πολεμίων. 4.521

Εἰς τοῦτο δὲ ὑπηρέτην αὑτὸν ἑτοίμως ἐπεδίδου Ἰάκωβος, εἷς τῶν ἡγεμόνων, προδοσίαν ἐνθυμούμενος. 4.522ὁρμήσας γοῦν ἀπὸ τῆς Ἀλούρου, κατὰ γὰρ ταύτην συνήθροιστο τὴν κώμην τότε τῶν Ἰδουμαίων τὸ στράτευμα, 4.523παραγίνεται πρὸς Σίμωνα, καὶ πρώτην αὐτῷ παραδώσειν συντίθεται τὴν αὐτοῦ πατρίδα, λαβὼν ὅρκους ὡς ἀεὶ τίμιος ὢν διατελέσει, συνεργήσειν δὲ ὑπέσχετο καὶ περὶ τῆς ὅλης Ἰδουμαίας. 4.524ἐφʼ οἷς ἑστιαθεὶς φιλοφρόνως ὑπὸ τοῦ Σίμωνος καὶ λαμπραῖς ἐπαρθεὶς ὑποσχέσεσιν, ἐπειδήπερ εἰς τοὺς σφετέρους ὑπέστρεψε, τὸ μὲν πρῶτον πολλαπλασίονα τὴν στρατιὰν ἐψεύδετο τοῦ Σίμωνος,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.515 Joseph. BJ 4.521 (English) >>Joseph. BJ 4.529

Powered by PhiloLogic